[ ]
Phokis — Delphi — 189/88 BC — CIG 1693
| 1 | ἀγαθὰ τύχα. ἄρχοντος <Ξέν>ων[ος]· |
| ἐπειδὴ Δαμοκράτης καὶ ΤΙΜΑΣΝΙ κα<ὶ Ἄ>θαμβο<ς> ὁ ἱε<ρε>ὺς ἐξαποσταλέντες | |
| θεωροὶ ποτὶ τὸν <β>ασ<ιλῆ Ἀν>τ<ίο>χ<ον> ἐπὶ τὰν ἐκκλησίαν | |
| ἀνάγγειλα[ν] | |
| 5 | περὶ Δικαιάρχου τοῦ Φιλωνίδα Λαοδικέος, ὅτι ἀνὴρ ἀγαθὸς <δια>τε[λεῖ ὢν ποτί τε] |
| τὸ <ἱερ>ὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ περὶ πλείστου ποιείμενος | |
| τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν εὔ<χρ>η<στον> α<ὐ>σω<τὸ>ν παρασκευάζει | |
| ἐν παντὶ καιρῶι καὶ κοινᾶι τᾶι πόλει καὶ ἰδίαι τοῖς ἐ<ν>τυγχανόν- | |
| τοις, <εἰς ἅ> κα τις αὐ<τ>ὸν παρακαλῆ, καὶ τοῖς ἀφικνουμένοις | |
| 10 | Δελφῶν ποτὶ τὸν βασιλῆ {Α} Ἀντίοχοος συνεργεῖ μετὰ πάσ<α>ς |
| προθυμίας, <ἐν οἷς> κα {ι} τυγχάνων<τι> χρεί<α>ν ἔχοντες, καὶ λέγει | |
| καὶ πράσσει <τὰ συμφέροντα> διὰ παντὸς παρὰ τῶι βασιλεῖ Ἀντιόχωι περὶ | |
| τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν, ἀγαθᾶι τύχαι, | |
| δεδόχθαι <τ>ᾶι πόλει τῶν Δελφῶν <ἐν> ἀγορᾶι <τελείωι σὺμ ψ>άφοις ταῖς | |
| 15 | ἐννόμοις ἐπαινέσαι Δικαίαρχον Φιλ<ω>νίδα Λαοδικέα τῶν |
| ποτὶ θαλάσσαι ἐ<π>ὶ τᾶι εὐσ<εβε>ίαι καὶ ἐπ<ὶ> τᾶι λοιπᾶι προ<α>ιρέσει ἇ<ι> | |
| ἔχων τυγχάνει ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν <Δελφῶν καὶ ὑπάρχειν> αὐτῶι <κ>[αὶ ἐγγόνοις παρὰ τᾶς πόλιος] | |
| θεωροδοκίαν τῶν <τ>ε Πυθίων καὶ Σωτηρίων. εἶμεν δὲ | |
| αὐτὸν καὶ πρόξενον καὶ εὐεργέταν {ιον} τοῦ ἱεροῦ καὶ | |
| 20 | τᾶς πόλιος τῶν Δελφῶν, καὶ ὑπά<ρχε>ιν αὐτῶι προμαντείαν, |
| προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν<των, προεδρ>ίαν ἐμ π<άντο>ις τοῖς | |
| ἀγώνοις, <οἷς> ἁ π{ρ}όλις {²⁶πόλις}²⁶ <τίθητι> καὶ τἆλλα τ<ίμ>ι<α ὅ>σα καὶ τοῖς | |
| ἄλλοις προξένοις καὶ ε<ὐ>ερ<γέτα>ις <ὑπ>ά<ρχ>ει παρὰ τᾶς πόλιος. |