[ ]
Phokis — Delphi — 210-200 BC
| 1 | Δελφῶν. |
| [ἔδοξε τᾶι πόλει ἐν ἀγο]ρᾶι τελείωι σὺμ ψόφοις {ο} ταῖς ἐννόμοις· ἐπε[ι]- | |
| δ[ὴ Τήι]οι πρεσ[β]ευτὰς ἀποστείλαντες Πυθαγόραν Κλείτου καὶ Κλεῖτο[ν] | |
| Κλ[είτ]ου τάν τε οἰ[κ]ει[ό]τατα καὶ φιλίαν ἀνενεώσαντο καὶ παρε[κά]- | |
| 5 | λε[ο]ν τὰν πόλιν, ὅπως ἅ τε πόλις καὶ ἁ χώρα αὐτῶν ἐπιχωρηθῆ ἱερ[ὰ εἶ]- |
| μεν καὶ ἄσυλος τοῦ Διονύσου· δεδόχθαι τᾶι πόλει τάν τε φιλίαν [καὶ οἰ]- | |
| κειότατα ταν ὑπάρχουσαν πὸτ τοὺς Τηίους διαφυλάσσειν καὶ ἐπὶ π[λεῖ]- | |
| ον αὔξειν καὶ εἶμεν αὐτῶν τάν τε πόλιν καὶ τὰν χώραν | |
| ἱερὰν καὶ ἄσυλον τοῦ Διονύσου, καθὼς καὶ οἱ πρεσβευταὶ παρεκά- | |
| 10 | λεον, καὶ εἶμεν αὐτοῖς τὰν ἀσφάλειαν καὶ ἀσυλίαν καὶ |
| τοῖς ἐν Τέωι κατοικεόντοις καθὼς καὶ τοῖς Διονυσιακοῖς | |
| τεχ{ι}νίταις {²⁶τεχνίταις}²⁶. ὅπως δέ διαμένη τόδε τὸ ψάφισμα | |
| ἐν τὸν πάντα τὸν χρόνον, ἀναγράψαι τοὺς ἐνάρχους | |
| βουλευτὰς ἐν τῶι ἱερῶι. vvv ἄρχοντος Μεγάρτα, βουλευόντων | |
| 15 | Μνασιθέου, vv Πρωτάρχου, vv Ἀθάμβου, vv Φιλίνου, vv Νικοβούλου. |