[ ]
Phokis — Delphi — 325-300 BC
| 1 | [θ]εοί. |
| Δελφοὶ ἔδωκαν Ἀριστίωνι Πολυφράστου Ὀρχομενίωι | |
| αὐτῶι καὶ ἐγγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, | |
| ἀσυλίαν, προδικίαν καὶ ἀτέλειαν πάντων καὶ τὰ ἄλλα ὅσσα | |
| 5 | καὶ τοῖς ἄλλοις προξένοις· ἄρχοντος Διοκλέος, βουλευόντων |
| Χαριξένου, Δάμωνος, Ὀρέστα. |