[ ] Phokis — Delphi — 260-250 BC
1 ἀγαθῆι τύχηι. Δελφοὶ ἔδωκαν Ἐπικύδει Δημέου Ἀλεξανδρεῖ
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, — — — θεωροδοκίαν,
προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν,
ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις
5 προξένοις καὶ εὐεργέταις· ἄρχοντος Νικαΐδα,
βουλευόντων Χάρητος, Ἀμφιστράτου.
Search Help
Contact Us