[ ] Phokis — Delphi — 229-228 BC?
1 θεοί.
Δελφοὶ ἔδωκαν Φιλόφρονι Ξενοφάνους Ῥοδίωι αὐτῶι καὶ ἐκγόνοις
προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλει-
αν πάντων καὶ τἆλλα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
5 ταις· ἄρχοντος Ἡρακλείδα, βουλευόντων Λυσιμάχου, Εὐδώρου,
Ὀνυμοκλεῦς, Εὐθύωνος, Μνάσωνος.
Search Help
Contact Us