[ ]
Phokis — Delphi — 270-260 BC
| 1 | Δελφοὶ ἔδωκαν Ἀνταγόραι Δημοσθένους Κυπρίωι αὐτῶι καὶ ἐκγόνοις |
| προξενίαν, θεωροδοκίαν, προμαντείαν, προεδρίαν, προδικίαν, | |
| ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| καὶ εὐεργέταις· ἄρχοντος Ἀχαιμένευς, βουλευόντων Κλευμάντιος, | |
| 5 | Ἄνδρωνος, Βούλωνος. |