[ ]
Phokis — Delphi — 240-200 BC
1 | θεός. τύχη. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγοράι τελείωι σὺν ψάφοις ταῖς | |
ἐννόμοις· ἐπειδὴ Στασικράτης Ὀνησικράτους Πάφιος διατελεῖ τά τε πο- | |
τὶ τὸν θεὸν καὶ τὸ ἱερὸν εὐσεβέων καὶ τᾶι πόλει κοινᾶι καὶ τοῖς ἐντυγχα- | |
5 | νόντοις ἀεὶ καθ’ ἱδίαν Δελφῶν φιλανθρώπως χρείμενος, ἀναγράψαι Στασικράτη |
καὶ αὐτὸν καὶ ἐκγόνου[ς εὐε]ργέτας τᾶς πόλιος καὶ πρόξενον, ὑπάρχειν δὲ αὐ- | |
τῶι καὶ τοῖς ἐκγόνοις προμαντείαν, προδικίαν, ἀτέλειαν, προεδρίαν | |
ἐν τοῖς ἀγώνοις, ἀσυλίαν, ἀσφάλειαν καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τοῖς | |
ἄλλοῖς εὐεργέταις τᾶς πόλιος· ἄρχοντος Καλλείδα, βουλευόντων | |
10 | Βούλωνος, Ἀρισταγόρα, Ἐκεφύλου, Λυσιμάχου, Ἀριστοβούλου. |