[ ] Phokis — Delphi — 240-200 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Φιλοθέμι Φιλοθέου Ἀμαθουσίωι αὐτῶι καὶ ἐκγό-
νοις προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλει-
αν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις·
5 ἄρχοντος Καλλείδα, βουλευόντων Βούλωνος, Ἀρισταγόρα, Ἐκεφύλου.
Search Help
Contact Us