[ ] Phokis — Delphi — 240-200 BC
1 θεός. τύχη.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγοράι τελείωι σὺν ψάφοις ταῖς
ἐννόμοις· ἐπειδὴ Στασικράτης Ὀνησικράτους Πάφιος διατελεῖ τά τε πο-
τὶ τὸν θεὸν καὶ τὸ ἱερὸν εὐσεβέων καὶ τᾶι πόλει κοινᾶι καὶ τοῖς ἐντυγχα-
5 νόντοις ἀεὶ καθ’ ἱδίαν Δελφῶν φιλανθρώπως χρείμενος, ἀναγράψαι Στασικράτη
καὶ αὐτὸν καὶ ἐκγόνου[ς εὐε]ργέτας τᾶς πόλιος καὶ πρόξενον, ὑπάρχειν δὲ αὐ-
τῶι καὶ τοῖς ἐκγόνοις προμαντείαν, προδικίαν, ἀτέλειαν, προεδρίαν
ἐν τοῖς ἀγώνοις, ἀσυλίαν, ἀσφάλειαν καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τοῖς
ἄλλοῖς εὐεργέταις τᾶς πόλιος· ἄρχοντος Καλλείδα, βουλευόντων
10 Βούλωνος, Ἀρισταγόρα, Ἐκεφύλου, Λυσιμάχου, Ἀριστοβούλου.
Search Help
Contact Us