[ ]
Phokis — Delphi — 170 BC
| 1 | [ἄρ]χοντος Μένητος, βουλευόντων τὰν δευτέραν [ἑξάμ]ην[ο]ν Πραξία, |
| Δεξικράτεος, γραμματεύοντος Ἐμμενίδα, ἔδοξε τᾶι πόλει τῶν Δελ- | |
| [φῶν] ἐν ἐννόμωι ἐκ<κ>λησίαι σὺμ ψάφοις ταῖς ἐννόμοις· Ἀρίωνα Ἀριστο- | |
| [κρά]τεος Πατρῆ πρόξενον εἶμεν καὶ εὐεργέταν τᾶς πόλιος καὶ | |
| 5 | [ὑπ]άρχειν αὐτῶι προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν |
| [παν]τός, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ | |
| [ἄλλ]α ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχει | |
| [πα]ρὰ τᾶς πόλιος. |