[ ]
Phokis — Delphi — 220-200 BC
1 | θεοί. |
Δελφοὶ ἔδωκαν Ἡρακλείδηι Λύκωνος, Δημητρίωι Ἡρακλείδου, | |
Ἡρακλείδηι Ἡρακλείδου, Σωσικλεῖ Σωσίου Συρακοσίοις, Μαντί- | |
αι Πρωτογένου Ἀρκάδι, Δεξιλάωι Μενέφρονος Ἐφεσίωι, Ἀράτωι | |
5 | Σωσίππου Κνιδίωι αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προ- |
εδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ γᾶς καὶ οἰκίας ἔμπα- | |
σιν καὶ τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· | |
ἄρχοντος Φαίνιος, βουλευόντων Ἐχεκρατίδα, Εὐκλεῦς, Εὐθυδί- | |
κου, Κράτωνος, Κλέωνος. |