[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλέωνος, βουλευόντων τὰν πρώταν ἑξάμηνον Καλλία,
Ἥρυος, Πασίωνος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί<ω>ι·
Ἀγάθαρχον Μένωνος Ταυρομενίταν πρόξενον εἶμεν τᾶς πόλιος
αὐτὸν καὶ ἐκγόνους καὶ ὑπάρχειν αὐτῶι προμαντείαν, προδικίαν,
5 ἀσυλίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις
οἷς ἁ πόλις τίθητι.
Search Help
Contact Us