[ ]
Phokis — Delphi — 240-230 BC
1 | θεοί. |
Δελφοὶ ἔδωκαν Ἀμφιλόχωι Πολυΐδου Θεσσαλῶι ἐκ Γυρτῶνος αὐτῶι καὶ ἐκγόνοις προ[ξενίαν, προ]- | |
μαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα κ[αὶ τοῖς ἄλλοις] | |
προξένοις καὶ εὐεργέταις· ἄρχοντος Εὐκλέος, βουλευόντων Ξενοδόκου, Θρ[ασυμάχου, Ἀρισταγόρα], | |
5 | Μένητος. κατὰ ταὐτὰ δὲ καὶ τῶι ἀδελφῶι Ἀμυθάονι. |