[ ] Phokis — Delphi — 240-230 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Ἀμφιλόχωι Πολυΐδου Θεσσαλῶι ἐκ Γυρτῶνος αὐτῶι καὶ ἐκγόνοις προ[ξενίαν, προ]-
μαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα κ[αὶ τοῖς ἄλλοις]
προξένοις καὶ εὐεργέταις· ἄρχοντος Εὐκλέος, βουλευόντων Ξενοδόκου, Θρ[ασυμάχου, Ἀρισταγόρα],
5 Μένητος. κατὰ ταὐτὰ δὲ καὶ τῶι ἀδελφῶι Ἀμυθάονι.
Search Help
Contact Us