[ ] Phokis — Delphi — 240-230 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Δημητρίωι, Ἀμύνται, Μαρσύ[αι]
Φίλωνος Σαμίοις αὐτοῖς καὶ ἐκγόνοις
προξενίαν, προμαντείαν, προεδρίαν, προ-
5 δικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ
τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις· ἄρχοντος Θεσσαλοῦ,
βουλευόντων Ἀγάθωνος, Κρίτωνος,
Ἀμύντα.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants