[ ]
Phokis — Delphi — 236 BC
1 | θεοί. |
Δελφοὶ ἔδωκαν Εὐβίωι Ἀλύπου Λοκρῶι ἐγ Λαρύμνας | |
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προ- | |
εδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων | |
5 | καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ |
εὐεργέταις· ἄρχοντος Ἀρχιάδα, βουλευόντων | |
Ἀρισταγόρα, Ἀρχιδάμου, Δάμωνος. |