[ ]
Phokis — Delphi — 236 BC
| 1 | θεοί. |
| Δελφοὶ ἔδωκαν Εὐβίωι Ἀλύπου Λοκρῶι ἐγ Λαρύμνας | |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προ- | |
| εδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων | |
| 5 | καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ |
| εὐεργέταις· ἄρχοντος Ἀρχιάδα, βουλευόντων | |
| Ἀρισταγόρα, Ἀρχιδάμου, Δάμωνος. |