[ ] Phokis — Delphi — 236 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Εὐβίωι Ἀλύπου Λοκρῶι ἐγ Λαρύμνας
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προ-
εδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων
5 καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις· ἄρχοντος Ἀρχιάδα, βουλευόντων
Ἀρισταγόρα, Ἀρχιδάμου, Δάμωνος.
Search Help
Contact Us