[ ]
Phokis — Delphi — 227 BC
| 1 | ἐπὶ Νικάρχου #⁵⁶ ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, |
| ἱερομνημονούντων Αἰτωλῶν Ἀριστάρχου, Πραμίου, Ἐχε- | |
| τάρμου, Εὐτέλευς, Μενεσάνδρου, Κομαίθου, Ἀλέξωνος, | |
| Μενάρχου, Ἀλέξωνος, Σίμου, Οἰνοκλέα, Θορίωνος, Λαττύπου, Νικοστράτου, | |
| 5 | Χίου Μητροδώρου, Δελφῶν Ἵππωνος, Ἀντάνδρου, Βοιωτῶν Μέλω- |
| νος, Θευφάνεος, ἔδοξε τοῖς ἱερομνήμοσι· ἐπειδὴ Θευκλῆς Τιμο- | |
| λόχου καὶ Κλεόμαχος Ἀρχελάου Αἰγιεῖς χρείας παρέχον- | |
| ται τοῖς Ἀμφικτίοσι, δεδόσθαι αὐτοῖς καὶ ἐγγόνοις ἀσφάλειαν, | |
| προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς | |
| 10 | ἀγῶσιν, οἷς τίθεντι Ἀμφικτίονες. |