[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Θευξενίου, βουλευόν- |
| των τὰν δε[υ]τέραν ἑξάμηνον Ἐμμενίδα τοῦ Καλλία, Ἀ- | |
| θάμβου το[ῦ] Ἁβρομάχου, Ἀντιγένεος τοῦ Διοδώρου, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ἄθαμβος Ἁβρομάχου, συνευδοκ[εόντων] | |
| 5 | καὶ τῶν υἱῶν αὐτοῦ, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- |
| δρεῖον ὧι ὄνομα Μηνόφιλος τὸ γένος Φρύγα, [τ]ι- | |
| [μ]ᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν ὠνὰν ἔχει πᾶ- | |
| [σα]ν. καθὼς ἐπίστευσε Μηνόφιλος τῶι θεῶι τὰν ὠνάν, | |
| [ἐφ’] ὧ[ι]τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντ[ων | |
| 10 | τ]ὸν πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων <ἇ> κα |
| [θέ]λη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μα[ν]τί[ας Κλε- | |
| οδ]άμου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Μηνο[φ]ί[λου, βέ- | |
| βαι]ον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε[νος Ἄθα- | |
| μβος] καὶ ὁ βεβαιωτὴρ Μαντίας. εἰ δὲ μὴ παρέχοιν βέ[βαιον | |
| 15 | τῶι θε]ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν [νόμον |
| τᾶς πό]λιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κύριοι | |
| ἐόντ]ων συλέοντες Μηνόφιλον ὡς ἐλεύθερ[ον ὄντα | |
| ἀζάμι]οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκ[ας καὶ | |
| ζαμίας. μ]άρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρ[χων καὶ | |
| 20 | οἱ] ἄρχοντες Ἀντιγένης, Ἐμμενίδας καὶ ἰ[διῶ]- |
| ται Διονύσιος Ἰρανίωνος, Μνασίθεος, Μα[— — —], | |
| Τιμόκριτος, Ὑβρίας. |