[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Θευξενίου, βουλευόν-
των τὰν δε[υ]τέραν ἑξάμηνον Ἐμμενίδα τοῦ Καλλία, Ἀ-
θάμβου το[ῦ] Ἁβρομάχου, Ἀντιγένεος τοῦ Διοδώρου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἄθαμβος Ἁβρομάχου, συνευδοκ[εόντων]
5 καὶ τῶν υἱῶν αὐτοῦ, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον ὧι ὄνομα Μηνόφιλος τὸ γένος Φρύγα, [τ]ι-
[μ]ᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν ὠνὰν ἔχει πᾶ-
[σα]ν. καθὼς ἐπίστευσε Μηνόφιλος τῶι θεῶι τὰν ὠνάν,
[ἐφ’][ι]τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντ[ων
10 τ]ὸν πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων <ἇ> κα
[θέ]λη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μα[ν]τί[ας Κλε-
οδ]μου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Μηνο[φ][λου, βέ-
βαι]ον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε[νος Ἄθα-
μβος] καὶ ὁ βεβαιωτὴρ Μαντίας. εἰ δὲ μὴ παρέχοιν βέ[βαιον
15 τῶι θε]ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν [νόμον
τᾶς πό]λιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κύριοι
ἐόντ]ων συλέοντες Μηνόφιλον ὡς ἐλεύθερ[ον ὄντα
ἀζάμι]οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκ[ας καὶ
ζαμίας. μ]άρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρ[χων καὶ
20 οἱ] ἄρχοντες Ἀντιγένης, Ἐμμενίδας καὶ ἰ[διῶ]-
ται Διονύσιος Ἰρανίωνος, Μνασίθεος, Μα[— — —],
Τιμόκριτος, Ὑβρίας.
Search Help
Contact Us