[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Διονυσίου μηνὸς Ἰλαίου, βουλευ-
όντων Πάτρωνος, Ἁγίωνος, Φιλιστίωνος, Πά-
τρωνος, ἀπέδοτο Εἰράνα Νικία τῶι Ἀπόλλω-
νι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα Ζω-
5 πύρα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν
τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ
τοὺς νόμους τᾶς πόλιος· Φιλόνεικος Νικία. εἰ δέ τις
ἐφάπτοιτο Ζωπύρας ἐπὶ καταδουλισμῶ, βέβαιον πα-
ρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ
10 βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συ-
λέων Ζωπύραν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν καὶ ἀνυπόδι-
κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Ἐμμενίδας,
Λαιάδας, ἰδιῶται Κλέων, Βαβύλος, Ἧρυς, Νικανδρίδας.
Search Help
Contact Us