[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Θρασυκλέος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Φιλόξενος Ἀπέλλεος, συνεπαινέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Φιλο- | |
| ξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, ἓμ μὲν γυναικεῖ- | |
| ον ἇι ὄνομα Προστατῆρις τὸ γένος ἐκ Κορωνείας, τὸ δ%⁸⁰ὲ ἄλλο | |
| 5 | ἀνδρεῖον ὧι ὄνομα Ἀπέλλης, τιμᾶς ἀργυρίου μνᾶν |
| πέντε, καθὼς ἐπίστευσαν Προστατῆρις καὶ Ἀπέλ- | |
| λης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶ- | |
| μεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα | |
| χρόνον. βεβαιωτῆρες· Ἵππων Ἀθανίωνος καὶ Ἐμμενίδας | |
| 10 | Καλλία, κατὰ τοὺς νόμους τᾶς πόλιος. εἰ δὲ τίς κα ἐφάπτη- |
| ται Προστατήριος ἢ Ἀπέλλεος ἐπὶ καταδουλισμῶι, βέβαι- | |
| ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Φιλό- | |
| ξενος καὶ ὁ υἱὸς αὐτοῦ Φιλόξενος καὶ οἱ βεβαιωτῆρες Ἵππων | |
| καὶ Ἐμμενίδας κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρα- | |
| 15 | τυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες ὡς ἐλευ- |
| θέρους ὄντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
| τοὶ συλέοντες πάσας δίκας καὶ ζαμίας. | |
| παραμεινάτω δὲ Προστατῆρις καὶ Ἀπέλλης παρὰ Φιλόξε- | |
| νον ἄχρι ζώη Φιλόξενος ποιέοντες τὸ ποτιτασσόμενον | |
| 20 | πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ κα μὴ παραμένωντι ἢ μὴ ποι- |
| έωντι τὸ ποτιτασσόμενον, κύριος ἔστω Φιλόξενος ἢ ἄλλος | |
| ὑπὲρ Φιλόξενον, ὅν κα Φιλόξενος κελεύη, κολαζομένοι[ς] | |
| τρόπωι ὧι κα θέλωντι κολάζεσθαι ἀζαμίοις ὄντοις καὶ | |
| ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας, πλὰν μὴ ἀποδό{υ}- | |
| 25 | σθαι. μάρτυρες· τοὶ <ἱ>ερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρό- |
| νικος Πραξίας καὶ τοὶ ἄρχοντες Τίμων, Δαμόστρα- | |
| τος, ἰδιῶται Κλεύδικος Δωρόθεος, Εὐκλείδας, Θευ- | |
| γένης, Μένης, Μαντίας, Εὐάγγελος. |