[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος ἐμ μὲν Ἐρινεῷ Κλέωνος |
| τοῦ Σωσάνδρου μηνὸς Λαφρίου, ἐν Δελφ- | |
| οῖς δὲ ἄρχοντος Ξενοκρίτου μηνὸς | |
| Θευξενίου, ἀπέδοτο Ἀρχὼ Σωκράτε- | |
| 5 | ος Ἐριναία τῶι Ἀπόλλωνι τῶι Πυθίωι |
| σώματα γυναικεῖα τρία, αἷς ὀνόματα Ἀφ- | |
| ροδισία, Ἀρισ[τά]θλα, Μενεστράτα καὶ π- | |
| αιδάριον ὧι ὄνομα Σώσανδρος τὸ γέ- | |
| νος οἰκογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν | |
| 10 | δεκαπέντε, καὶ τὰν τιμὰν ἔχει πᾶ- |
| σαν. βεβαιωτήρ· Νικοκράτης Ἀριστομ- | |
| ένε<ο>ς Ἐριναῖος. καθὼς ἐπίστ[ε]υ[σαν] | |
| τῷ θεῷ τὰν ὠνάν. ἐφ’ ὧιτε ἐλευθ[έ]- | |
| ρους εἶμεν, ποιοῦντες ὅ κα θέλ[ω]ντι, ἀ- | |
| 15 | ποτρέχοντες ᾇ κα θέλωντι. εἰ δέ τις ἐ- |
| φάπτοιτο τούτων τινὸς ἐπὶ καταδου- | |
| λι<σ>μῷ, κύριος ἔστω συλέων ὁ παρατυχ[ών] |