[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | στραταγέοντος τῶν Φωκέων Μνασικράτεος μηνὸς πρώ- |
| του, ἐν δὲ Δελφοῖς ἄρχοντος Θρασυκλέος μηνὸς Ἡραίου, ἀπέ- | |
| δοντο Ξενοκράτης Εὐξιθέου καὶ Ἀρχὼ Ἀρχιδάμου Χαραδραῖ- | |
| οι τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Καλλι- | |
| 5 | όπα τὸ γένος οἰκογενῆ {ι}, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, |
| καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· | |
| Πολυκράτης Πολυξένου Χαραδραῖος. καθὼς ἐπίστευσε Καλ- | |
| λιόπα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
| πτος ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο Καλλιό- | |
| 10 | πας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέων ἐπ’ ἐλευθε- |
| ρίαι ὁ παρατυγχάνων ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δί- | |
| κας καὶ ζαμίας καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θεῶι τὰν ὠνάν. | |
| μάρτυροι· τῶν ἱερέων Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Δαμό- | |
| στρατος, Τίμων, Ἀριστόβουλος καὶ ἰδιῶται Δρομοκλείδας, | |
| 15 | Μένης, Εὐκλείδας Καλλείδα, Σώστρατος, Ἑρμαῖος, Ὀρθαῖος |
| Κλεάνδρου. |