[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἡρακλείδα μηνὸς Βοαθοίου, ἀπέδοτο Κλέων Διο-
νυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, οἵ ὄνο-
μα Σωσιμένης τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν
τριῶν ἐπ’ ἐλευθερίαι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν.
5 βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ἕβρος Ἕβρου· ἐφ’ ὧι-
τε ἐλεύθερον εἶμεν Σωσιμένη καὶ ἀνέφαπτον
ἀπὸ πάντων, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχον-
τα οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοι<το> Σωσιμένεος
ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυ-
10 χὼν συλέων Σωσιμένη ὡς ἐλεύθερον ἐόντα,
καὶ ὁ βεβαιωτὴρ Ἕβρος βεβαιούτω τῶι θεῶι τὰν ὠ-
νάν. μάρτυροι· ὁ ἱαρεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος
Ἁβρο[μά]χου, ὁ νεωκόρος Ἀτεισίδας Ὀρθαίου, Ἰατροκλ[ῆς]
[— — —]ς, Μνάσων Ἀνφιστράτου, Ἁβρόμαχος
15 [— — —, Πάσ]ων Δαμέν[εος].
Search Help
Contact Us