[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἡρακλείδα μηνὸς Βοαθοίου, ἀπέδοτο Κλέων Διο- |
| νυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, οἵ ὄνο- | |
| μα Σωσιμένης τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν | |
| τριῶν ἐπ’ ἐλευθερίαι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. | |
| 5 | βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ἕβρος Ἕβρου· ἐφ’ ὧι- |
| τε ἐλεύθερον εἶμεν Σωσιμένη καὶ ἀνέφαπτον | |
| ἀπὸ πάντων, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχον- | |
| τα οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοι<το> Σωσιμένεος | |
| ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυ- | |
| 10 | χὼν συλέων Σωσιμένη ὡς ἐλεύθερον ἐόντα, |
| καὶ ὁ βεβαιωτὴρ Ἕβρος βεβαιούτω τῶι θεῶι τὰν ὠ- | |
| νάν. μάρτυροι· ὁ ἱαρεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος | |
| Ἁβρο[μά]χου, ὁ νεωκόρος Ἀτεισίδας Ὀρθαίου, Ἰατροκλ[ῆς] | |
| [— — —]ς, Μνάσων Ἀνφιστράτου, Ἁβρόμαχος | |
| 15 | [— — —, Πάσ]ων Δαμέν[εος]. |