[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Θρασυκλέος
μηνὸς Θεοξενίου, βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Δεξώνδα
τοῦ Δάμωνος, Μαντία τοῦ Κλεοδάμου, Ξε-
5 ναινέτου τοῦ Σωσινίκου, ἀπέδοτο
Ἀστόξενος Διονυσίου τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἐνδογε-
νὲς ἇι ὄνομα Ἵλαρον, τιμᾶς ἀργυρίου μνᾶν δε-
καπέντε, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Διονυσί-
10 ου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ
τοὺς νόμους τᾶς πόλιος· Ἄρχων Καλλία. εἰ δέ
τίς κα ἐφάπτηται Ἱλάρου ἐπὶ καταδουλισμῶι,
βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε
ἀποδόμενος Ἀστόξενος καὶ ὁ βεβαιωτὴρ
15 Ἄρχων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι
τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον
τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Ἵλαρον ὡς ἐ-
λευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ
20 ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ-
ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀν-
δρόνικος καὶ οἱ ἄρχοντες Δεξώνδας Δάμωνος,
Μαντίας Κλευδάμου, Ξεναίνετος Σωσινίκου
καὶ ἰδιῶται Τιμόξενος Φυσκεῦς, Ξεναγόρας
25 Εὐκλείδα, Σωσύλος, Ἁγίων Πολυκλείτου, Ξέ-
νων Ξενοκρίτου, Διονύσιος Ἀσάνδρου, Πολίτας
Ἀσάνδρου, Καλλίας Ἄρχωνος, Στράταγος ΣΕΙΛ-
ΙΧΟΥ.
Search Help
Contact Us