[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Θρασυκλέος |
| μηνὸς Θεοξενίου, βουλευόντων | |
| τὰν δευτέραν ἑξάμηνον Δεξώνδα | |
| τοῦ Δάμωνος, Μαντία τοῦ Κλεοδάμου, Ξε- | |
| 5 | ναινέτου τοῦ Σωσινίκου, ἀπέδοτο |
| Ἀστόξενος Διονυσίου τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἐνδογε- | |
| νὲς ἇι ὄνομα Ἵλαρον, τιμᾶς ἀργυρίου μνᾶν δε- | |
| καπέντε, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Διονυσί- | |
| 10 | ου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ |
| τοὺς νόμους τᾶς πόλιος· Ἄρχων Καλλία. εἰ δέ | |
| τίς κα ἐφάπτηται Ἱλάρου ἐπὶ καταδουλισμῶι, | |
| βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
| ἀποδόμενος Ἀστόξενος καὶ ὁ βεβαιωτὴρ | |
| 15 | Ἄρχων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι |
| τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
| τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| κύριοι ἐόντων συλέοντες Ἵλαρον ὡς ἐ- | |
| λευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ | |
| 20 | ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- |
| ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀν- | |
| δρόνικος καὶ οἱ ἄρχοντες Δεξώνδας Δάμωνος, | |
| Μαντίας Κλευδάμου, Ξεναίνετος Σωσινίκου | |
| καὶ ἰδιῶται Τιμόξενος Φυσκεῦς, Ξεναγόρας | |
| 25 | Εὐκλείδα, Σωσύλος, Ἁγίων Πολυκλείτου, Ξέ- |
| νων Ξενοκρίτου, Διονύσιος Ἀσάνδρου, Πολίτας | |
| Ἀσάνδρου, Καλλίας Ἄρχωνος, Στράταγος ΣΕΙΛ- | |
| ΙΧΟΥ. |