[ ] Phokis — Delphi — 158/157 BC
1 ἄρχοντος Ἀμφιστράτου μηνὸς Ποιτροπίου, ἀπέδοτο Σωκράτεια Εὐαρμίδα Καλλιπολῖτις τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Νίκαια, τιμᾶς ἀργυρίου ΜΜΜ, τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀγαθοκλῆς Ἁρμο-
δίου Δελφός. παραμεινάτω δὲ Νίκαια παρὰ Σωκράτειαν, ἄχρι οὗ κα ζώη Σωκράτεια, ἀνέγκλητος οὖσα. ἐπεὶ δέ κά τι πάθη Σωκράτεια,
ἐλευθέρα ἔστω Νίκαια, καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι, ὥ<σ>τε ἐλευθέρα εἶμεν. μάρτυρες· οἱ ἱερεῖς Ταραντῖνος, Ἀμύντας
5 καὶ τῶν ἀρχόντων Αἰακίδας καὶ ἰδιῶται Ἀλέξων Ἄνδρωνος, Δίων, Φίλων.
Search Help