[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Δεξώνδα τοῦ Δάμωνος μηνὸς Εἰλαίου, ἐν δὲ Καλλιπόλει ἄρχοντος Λα- |
| δίκου τοῦ Πλεισταίνου μηνὸς Ἱπποδρομίου, ἀπέδοτο Λόχαγος Ἀγήτα Καλλιπολίτας τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσὼ τὸ γένος Μακέταν, τιμᾶς ἀργυρίου μνᾶν | |
| ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ἄθαμβος Ἀθανίωνος Δελφός. | |
| 5 | καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Σωσώ, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Σωσὼ καὶ |
| ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχου[σα οἷς κα | |
| θ]έλη. εἰ δέ τις ἐφάπτοιτο, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἐλευθέραν [ἐ]ο[ῦσαν, καὶ ὁ συ- | |
| λ]άσας ἀζάμιος ἔστω καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἄρχων [Γενν]αῖος Ἡ- | |
| ράκωνος· Εὐάγγελος Πάτρωνος, Νικίας Ἀριστ<ω>νύμου, Θεύδοτος Εἰραναίου, Θρασυκλῆς Πραξία, | |
| 10 | Δρομοκλείδας καὶ οἱ ἱερεῖς Πραξίας, Ἀνδρόνικος Δελφοί· Τιμόξενος, Πέταλος, Φάλανθος |
| Πολύφρονος, Φυσκίων, Ἄγεμος, Λυκόφρων, Ἀριστόφυλος Λαδίκου Καλλιπολῖται, Λαιάδας | |
| Ἀμφισσεύς. τὸ ἀντίγραφον φυλάσσει τᾶ[ς ὠ]νᾶς Γενναῖος Ἡράκωνος | |
| Δελφός, Ἀρι[σ]τόφυλος Λαδίκου, Φάλανθος Πολύφρο- | |
| νος Καλλιπολῖται. |