[ ]
Phokis — Delphi — 158/157 BC
1 | ἄρχοντος Ἀμφιστράτου μηνὸς Ποιτροπίου, ἀπέδοτο Σωκράτεια Εὐαρμίδα Καλλιπολῖτις τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα |
γυναικεῖον ἇι ὄνομα Νίκαια, τιμᾶς ἀργυρίου ΜΜΜ, τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀγαθοκλῆς Ἁρμο- | |
δίου Δελφός. παραμεινάτω δὲ Νίκαια παρὰ Σωκράτειαν, ἄχρι οὗ κα ζώη Σωκράτεια, ἀνέγκλητος οὖσα. ἐπεὶ δέ κά τι πάθη Σωκράτεια, | |
ἐλευθέρα ἔστω Νίκαια, καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι, ὥ<σ>τε ἐλευθέρα εἶμεν. μάρτυρες· οἱ ἱερεῖς Ταραντῖνος, Ἀμύντας | |
5 | καὶ τῶν ἀρχόντων Αἰακίδας καὶ ἰδιῶται Ἀλέξων Ἄνδρωνος, Δίων, Φίλων. |