[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέ- |
δοτο Ἀντίμαχος Φιάλου, συνευδοκεούσας τᾶς γυναι- | |
κὸς Μνασιστράτας σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀντίμα- | |
χος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
5 | καθὼς ἐπίστευσε Ἀντίμαχος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- |
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ- | |
ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ | |
τὸν νόμον· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ἀντι- | |
μάχου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων οἵ τε ἀποδό- | |
10 | μενοι καὶ ὁ βεβαιωτήρ. εἰ δὲ μὴ παρέχοιεν βέβαιον τῶι θεῶι τὰν ὠνάν, |
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ | |
παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον | |
ὄντα καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον ἀζάμιοι ἐόν- | |
τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς | |
15 | τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἐμμενί- |
[δας], Ἀλκῖνος, Πράοχος καὶ ἰδιῶται Εὐαγόρας, Ἄσανδρος, Εὐκλεί- | |
δας Καλλ<ε>ίδα, Διονύσιος Ἀσάνδρου. |