[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσ- |
δε ἀπέδοτο Αἰακίδας Φιλαιτώλου Δελφὸς | |
σῶμα γυναικεῖον ἇι ὄνομα Ἀφροδισία τὸ | |
γένος Σαρμάτισσαν τιμᾶς ἀργυρίου | |
5 | μνᾶν τριῶν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, κα- |
θὼς ἐπίστευσε Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα | |
βίον ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμον· | |
Ξένων Ξενοκρίτου, Ἀρτεμίδωρος Ἀπολλωνίου Δελ- | |
10 | φοί. παραμεινάτω δὲ Ἀφροδισία παρ’ Αἰακίδαν ἄχρι κα |
ζώη Αἰακίδας ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυ- | |
νατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιῆ Ἀφροδισία, καθὼς | |
γέγραπται, δυνατὰ ἐοῦσα, ἐξέστω Αἰακίδα κολάζειν Ἀ- | |
φροδισίαν, καθώς κα αὐτῶι φαίνηται, καὶ ἄλλωι ὑπὲρ Αἰα- | |
15 | κίδαν, ὅν κα κελεύη, πλὰν μὴ πωλεόντοις Ἀφροδισίαν μήτε |
αὐτῶι Αἰακίδα μήτε ἄλλωι ὑπὲρ Αἰακίδαν. εἰ δέ τί κα πάθηι | |
Αἰακίδας, ἐλευθέρα ἔστω Ἀφροδισία κυρία ἐοῦσα αὐτοσαυ- | |
τᾶς, ποιοῦσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς | |
ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου- | |
20 | λισμῶι Ἀφροδισίας, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι |
θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον καὶ ὁμοίως οἱ παρατυχόντες κύριοι ἔ- | |
στωσαν συλέοντες Ἀφροδισίαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δί- | |
κας καὶ ζαμίας ἐπ’ ἐλευθερίαι. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ Ἀνδρό- | |
νικος καὶ τῶν ἀρχόντων Ἀλκῖνος, ἰδιῶται Βάκχιος, Δαμένης, Δρομοκλείδας, Βαβύλος, Ἀντιφά[νης]. |