[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσ- |
| δε ἀπέδοτο Αἰακίδας Φιλαιτώλου Δελφὸς | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Ἀφροδισία τὸ | |
| γένος Σαρμάτισσαν τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν τριῶν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, κα- |
| θὼς ἐπίστευσε Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα | |
| βίον ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμον· | |
| Ξένων Ξενοκρίτου, Ἀρτεμίδωρος Ἀπολλωνίου Δελ- | |
| 10 | φοί. παραμεινάτω δὲ Ἀφροδισία παρ’ Αἰακίδαν ἄχρι κα |
| ζώη Αἰακίδας ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυ- | |
| νατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιῆ Ἀφροδισία, καθὼς | |
| γέγραπται, δυνατὰ ἐοῦσα, ἐξέστω Αἰακίδα κολάζειν Ἀ- | |
| φροδισίαν, καθώς κα αὐτῶι φαίνηται, καὶ ἄλλωι ὑπὲρ Αἰα- | |
| 15 | κίδαν, ὅν κα κελεύη, πλὰν μὴ πωλεόντοις Ἀφροδισίαν μήτε |
| αὐτῶι Αἰακίδα μήτε ἄλλωι ὑπὲρ Αἰακίδαν. εἰ δέ τί κα πάθηι | |
| Αἰακίδας, ἐλευθέρα ἔστω Ἀφροδισία κυρία ἐοῦσα αὐτοσαυ- | |
| τᾶς, ποιοῦσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς | |
| ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου- | |
| 20 | λισμῶι Ἀφροδισίας, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι |
| θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον καὶ ὁμοίως οἱ παρατυχόντες κύριοι ἔ- | |
| στωσαν συλέοντες Ἀφροδισίαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δί- | |
| κας καὶ ζαμίας ἐπ’ ἐλευθερίαι. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ Ἀνδρό- | |
| νικος καὶ τῶν ἀρχόντων Ἀλκῖνος, ἰδιῶται Βάκχιος, Δαμένης, Δρομοκλείδας, Βαβύλος, Ἀντιφά[νης]. |