[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ὑβρία τοῦ Ξένωνος μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον
Ἡρακλείδα τοῦ Καλλία, Ξενωνέτου τοῦ Σωσινίκου, γραμματεύοντος δὲ Καλλικράτεος τοῦ
Διοδώρου, ἀπέδοντο Κλέων καὶ Δάμων οἱ Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον ὧι ὄνομα Σφαῖρος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτῆρες κατὰ
5 τοὺς νόμους τᾶς πόλιος· Ξενόκριτος Στησιμένεος, Ἁγίων Πολυκλείτου, Ἕβρος Ἕβρου· ἐφ’ ὧι ἐλεύθε-
ρον εἶμεν Σφαῖρον καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα θέλη. εἰ δέ
τις ἐφάπτοιτο Σφαίρου ἐπὶ καταδουλισμῶ, κύριος ἔστω συλέων ὁ παρατυχὼν Σφαῖρον ἐλεύθερον
ὄντα καὶ οἱ βεβαιωτῆρες βέβαιον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου· Πολίτας, Διονύσιος οἱ Ἀσάνδρου, Δρόμων, Τιμόκριτος, Κλεύδαμος
10 Μαντία, Εὐκλείδας Καλλείδα.
Search Help
Contact Us