[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ὑβρία τοῦ Ξένωνος μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον |
| Ἡρακλείδα τοῦ Καλλία, Ξενωνέτου τοῦ Σωσινίκου, γραμματεύοντος δὲ Καλλικράτεος τοῦ | |
| Διοδώρου, ἀπέδοντο Κλέων καὶ Δάμων οἱ Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- | |
| ον ὧι ὄνομα Σφαῖρος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτῆρες κατὰ | |
| 5 | τοὺς νόμους τᾶς πόλιος· Ξενόκριτος Στησιμένεος, Ἁγίων Πολυκλείτου, Ἕβρος Ἕβρου· ἐφ’ ὧι ἐλεύθε- |
| ρον εἶμεν Σφαῖρον καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα θέλη. εἰ δέ | |
| τις ἐφάπτοιτο Σφαίρου ἐπὶ καταδουλισμῶ, κύριος ἔστω συλέων ὁ παρατυχὼν Σφαῖρον ἐλεύθερον | |
| ὄντα καὶ οἱ βεβαιωτῆρες βέβαιον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
| Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου· Πολίτας, Διονύσιος οἱ Ἀσάνδρου, Δρόμων, Τιμόκριτος, Κλεύδαμος | |
| 10 | Μαντία, Εὐκλείδας Καλλείδα. |