[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Θρασυκλέος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀ- |
πέδοντο Πολύων Τιμοκλέος καὶ Ξενώ, συνευδοκέοντος καὶ | |
τοῦ υἱοῦ αὐτῶν Ξένωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
μα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα τὸ γένος ἐνδογενῆ, τι- | |
5 | μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶ- |
[σ]α[ν], κ[αθ]ὼς ἐπίστευσε Ἀρσινόα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
[τε] ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πά[ν- | |
τα χρ]όνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα | |
θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Θεύ- | |
10 | ξε[νος] Καλλία. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισσμῶι |
[Ἀρ]σι[νόα]ς, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε | |
ἀποδόμενοι Πολύων καὶ Ξενὼ καὶ Ξένων καὶ ὁ βεβαιωτὴ[ρ] | |
Θε[ύ]ξενος. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντων κατὰ | |
τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
15 | [ἐό]ντων συλέοντες Ἀρσινόαν ὡς ἐλευθέραν ἐοῦσαν |
[ἀζάμ]ιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀ- | |
πόλλωνος Πραξίας, Ἀνδρό- | |
[νικος καὶ οἱ ἄ]ρχοντες Τίμων, Ἀριστό- | |
20 | <βουλος, Δαμόστρατος> |
καὶ ἰδιῶται Λυσί[ας Ξ]ένωνος, Τί- | |
[μ]ων Πολυδίκου, Εὐγένης, Δημήτρ- | |
ιος, Ἡ<ρ>ίας Τιμοκλέος. |