[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Θρασυκλέος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀ- |
| πέδοντο Πολύων Τιμοκλέος καὶ Ξενώ, συνευδοκέοντος καὶ | |
| τοῦ υἱοῦ αὐτῶν Ξένωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
| μα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα τὸ γένος ἐνδογενῆ, τι- | |
| 5 | μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶ- |
| [σ]α[ν], κ[αθ]ὼς ἐπίστευσε Ἀρσινόα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| [τε] ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πά[ν- | |
| τα χρ]όνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα | |
| θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Θεύ- | |
| 10 | ξε[νος] Καλλία. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισσμῶι |
| [Ἀρ]σι[νόα]ς, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε | |
| ἀποδόμενοι Πολύων καὶ Ξενὼ καὶ Ξένων καὶ ὁ βεβαιωτὴ[ρ] | |
| Θε[ύ]ξενος. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντων κατὰ | |
| τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
| 15 | [ἐό]ντων συλέοντες Ἀρσινόαν ὡς ἐλευθέραν ἐοῦσαν |
| [ἀζάμ]ιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀ- | |
| πόλλωνος Πραξίας, Ἀνδρό- | |
| [νικος καὶ οἱ ἄ]ρχοντες Τίμων, Ἀριστό- | |
| 20 | <βουλος, Δαμόστρατος> |
| καὶ ἰδιῶται Λυσί[ας Ξ]ένωνος, Τί- | |
| [μ]ων Πολυδίκου, Εὐγένης, Δημήτρ- | |
| ιος, Ἡ<ρ>ίας Τιμοκλέος. |