[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Βου[κα]- |
τίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύ[α]— — — Φι- | |
λίνου, συνευδοκεούσας καὶ τᾶ[ς] | |
θυγατέρος Ἡραΐδος καὶ τῶν υἱῶν [α]ὐ- | |
5 | τᾶς Μεγάρτα, Πολυτιμίδα καὶ Φιλ[οκρ]άτε- |
ος καὶ τοῦ υἱοῦ αὐτοῦ Ἐρασίππου, τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖο[ν] κο- | |
ράσιον ἇι ὄνομα Καλλὼ τὸ γένος ἐνδο- | |
γενῆ, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰ[ν] | |
10 | τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- |
σε Καλλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι | |
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον | |
ἀπὸ πάντων. παραμεινάτω δὲ | |
Καλλὼ παρὰ Πολύαν ἕως κα ζώη | |
15 | Πολύα, ποιοῦσα τὸ ποτιτασσόμενον καὶ δυνατὸν πᾶν. εἰ δὲ μὴ |
πειθαρχοῖ Καλλώ, κυρία ἔστω Πολύα ἐπιτιμέουσα Καλλοῖ | |
τρόπωι οἷ θέλοι ὡς ἐλευθέραι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισ- | |
μῶι Καλλοῦς, κύριος ἔστω ὁ παρατυγχάνων συλέων ὡς ἐλευθέ- | |
ραν οὖσαν Καλλὼ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζα- | |
20 | μίας. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Πεισίστρατος |
Βούλωνος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πρα- | |
ξίας καὶ οἱ ἄρχοντες Ἀλκῖνος, Πράοχος, ἰδιῶται Πεισίστρατος, Μέ- | |
νης, Εὐκλείδας, Φιλοκράτης, Θεόξενος, Μνασίας Ἀγαθοκλέος, Ἀντιχάρης. |