[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Θεοξενίου, ἀπέδοτο Πασίων Κλέω-
νος καὶ Ἀναξὶς Πολυκράτεος τῶι θεῶι σῶμα γυναικεῖον ἇι ὄνομα Παρ-
θένιον, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βε-
βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Πολύξενος
5 Ὀξύλου. καθὼς ἐπίστευσε τῶι θεῶι Παρθένιον τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων, ποιοῦσα ὅ κα θέλη.
εἰ δέ τις ἐφάπτοιτο Παρθενίου ἐπὶ καταδουλισμῶι, ἐξουσία ἔστω συλέοντι τῶι
παρατυχόντι ἀζαμίω ὄντι καὶ ἀνυποδίκω πάσας δίκας καὶ ζαμίας. ὁ δὲ βεβαιω-
[τ]ὴρ βέβαιον παρεχέτω τῶι θεῶ[ι] τὰν ὠνάν. μάρτυροι· οἱ ἱερεῖς Ἀνδρόνικος,
10 Πραξία[ς]· Αἰακίδας Φιλαιτώλου, Εὐκλείδας Καλλείδα, Καλλείδας Εὐκλείδα,
Πολύξενος Ὀξύλου, Δαμόφαντος Δαμοκράτεος, Σωκράτης Ἀντάλλου, Ἵππων
Ἀθανίωνος, Κλεύδαμος Πολυκράτεος.
Search Help
Contact Us