[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Πεισιθέου τοῦ Ξένωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσ- |
| δε ἀπέδοτο Λυσίας Εὐφρονίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
| μα γυναικεῖον ἇι ὄνομα Νικομάχα τὸ γένος οἰκογενῆ, τιμᾶς | |
| ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
| 5 | ἐπίστευσε Νικομάχα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ- |
| ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον ποι- | |
| έουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κα- | |
| τὰ τὸν νόμον τᾶς πόλιος· Καλλείδας Εὐκλείδα. εἰ δέ τίς κα ἅ- | |
| πτηται Νικομάχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι | |
| 10 | θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Λυσίας Εὐφρονίου καὶ ὁ βεβαι- |
| ωτὴρ Καλλείδας κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα- | |
| ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Νικομάχαν ὡς ἐ- | |
| λευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ | |
| ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος | |
| 15 | καὶ οἱ ἄρχοντες Εὔδοκος, Ἀγησίλαος, Γλαῦκος καὶ ἰδιῶται Μένης, |
| Φιλοκράτης Θευφράστου, Ἀνδρομένης Θεοδωρίδα, Ξένων Ξένω- | |
| νος, Ἀριστίων Νικάνδρου, Τιμόκριτος, Εὐκλείδας. |