[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα μηνὸς Δαι- |
δαφορίου, ἀπέδοτο Μνασιστράτα Σωκλέος | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Νίκαια, τιμᾶς ἀργυρίου μνᾶν πέν- | |
5 | τε, καὶ τὰν τιμὰν ἔχει. καθὼς ἐπίστευσε Νί- |
καια τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευ- | |
θέραν εἶμεν τὸν πάντα χρόνον, ποιοῦσαν | |
ὅ κα θέλη καὶ ἀποτρέχουσα ὅπα κα θέλη. εἰ | |
δέ τις καταδουλίζοιτο Νίκαιαν, κύριος ἔ- | |
10 | στω ὁ παρεντυχὼν συλέων Νίκαιαν ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος |
πάσας δίκας καὶ ζαμίας. βεβαιωτήρ· Ἀριστίων Ἄγωνος, κατὰ τοὺς | |
νόμους τᾶς πόλιος. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό- | |
νικος καὶ ἰδιῶται Εὐκράτης Καλλίκωνος, Ἵππων Ἀθανίωνος, Φιλιστίων, | |
Ἀνδρόξενος, Νικέας Ἀγησάρχου, Τιμόκριτος Εὐκλείδα. |