[ ]
Phokis — Delphi — 50-1 BC
| 1 | ἄρχοντος Ἐμμενίδα τοῦ Τιμολέ[ωνος μηνὸς — — —], βουλευ[όντων Ν]ικάνδρο[υ] |
| τοῦ Βούλωνος, Κλεοξενίδα τοῦ Ἀθ[ανίωνος ․․] μαντι․․[․ ἀπέδ]οτο Νικόσ- | |
| στρατος Ἄρχωνος, συνευαρεστέ[οντος] τοῦ υἱοῦ αὐτοῦ Ἄρχωνος, τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι κοράσιον οἰκογενὲς ἇι [ὄν]ομα Διονυσία, τιμᾶς ἀργυρίου μνᾶν | |
| 5 | τεσσάρων, καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε Διονυσία τὰν |
| ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
| πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Βαβύλος Λαι<ά>δα. | |
| εἰ δέ τις ἐφάπτοιτο Διονυσίας ἐπὶ κατδουλισμῶι, κα[ὶ] ὁ βεβαιωτὴρ βεβαιού- | |
| τω. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Διονυσίαν ὡς ἐλευθέ- | |
| 10 | ραν ἀζάμιος ὤν τε καὶ ἀνυπόδικος πάσα[ς] δίκας κα[ὶ] ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς |
| τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Λαιάδας Βαβύλου, ἰδιῶται Δωρόθεος | |
| Διοδώρου, Φιλιστίων Διοκλῆος, Διόδωρος Δωροθέου, Πολέμαρχος Δάμω- | |
| νος, Νικάνωρ Λ[υ]σιμάχου, Νίκανδρος Βούλωνος, Πάσων Ὀρέστα. |