[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Ἐμμενίδα τοῦ Τιμολέ[ωνος μηνὸς — — —], βουλευ[όντων Ν]ικάνδρο[υ]
τοῦ Βούλωνος, Κλεοξενίδα τοῦ Ἀθ[ανίωνος ․․] μαντι․․[․ ἀπέδ]οτο Νικόσ-
στρατος Ἄρχωνος, συνευαρεστέ[οντος] τοῦ υἱοῦ αὐτοῦ Ἄρχωνος, τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι κοράσιον οἰκογενὲς ἇι [ὄν]ομα Διονυσία, τιμᾶς ἀργυρίου μνᾶν
5 τεσσάρων, καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε Διονυσία τὰν
ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν
πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Βαβύλος Λαι<ά>δα.
εἰ δέ τις ἐφάπτοιτο Διονυσίας ἐπὶ κατδουλισμῶι, κα[ὶ] ὁ βεβαιωτὴρ βεβαιού-
τω. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Διονυσίαν ὡς ἐλευθέ-
10 ραν ἀζάμιος ὤν τε καὶ ἀνυπόδικος πάσα[ς] δίκας κα[ὶ] ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς
τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Λαιάδας Βαβύλου, ἰδιῶται Δωρόθεος
Διοδώρου, Φιλιστίων Διοκλῆος, Διόδωρος Δωροθέου, Πολέμαρχος Δάμω-
νος, Νικάνωρ Λ[υ]σιμάχου, Νίκανδρος Βούλωνος, Πάσων Ὀρέστα.
Search Help
Contact Us