[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Ἀμαλίου, ἀπέδοτο Δαμό-
τιμος Ἀνδρονίκου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον ἐπ’ ἐλευθερίαι ὧι ὄνομα Γλαυκίας τὸ γένος Σύ-
ρον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν. βεβαιωτήρ· Πατρέας Ἀν-
5 δρονίκου. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων
καὶ οἱ ἄρχοντες Ἐμμενίδας, Ἄθαμβος· Πισίστρατος,
Σώστρατος, Ἀρτεμίδωρος, Τιμόκριτος, Δάμων, Ἀρι-
στόδαμος. εἰ δέ τις ἅπτοιτο Γλαυκία ἐπὶ καταδου-
λισμῶι, βέβαιον παρεχόντων τὰν ὠνὰν ὅ τε ἀπο-
10 δό[μενος] Δαμότιμος καὶ ὁ βεβαιωτὴρ
Πατρέας. ὁμοίως δὲ καὶ οἱ παρατυγχά-
νοντες κύριοι ἐόντων συλέοντες.
Search Help
Contact Us