[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | ἄρχοντος Φιλονείκου τοῦ Νικία μηνὸς Θεοξενίου, βουλευόντων Πάτρω- |
| νος, Εὐκλείδα, Δάμωνος, Στράτωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Κλεόδαμος | |
| καὶ Ἡραΐς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτῶν Μαντία, τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος οἰκογενές, τιμᾶς | |
| 5 | ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευ- |
| σε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν | |
| εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
| τα βίον. βεβαιωτήρ· Διονύσιος Ἀστοξένου. εἰ δέ | |
| τις ἐφάπτοιτο Νικέας ἐπὶ καταδουλισμῶι, | |
| 10 | βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν |
| οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ | |
| ὁ παρατυχὼν κύριος ἔστω συλέων Νίκε- | |
| αν ὡς ἐλευθέραν οὖσαν. μάρτυροι· ὁ ἱερεὺς | |
| τοῦ Ἀπόλλωνος Ἐμμενίδας· Κλέων, Πυῤῥ- | |
| 15 | ίας, Νικάνωρ, Πεισίστρατος, Σάτυρος. |