[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Ἰλαίου, βουλευόντων |
τὰν δευτέραν ἑξάμηνον Κλέωνος τοῦ Κλευδάμου, | |
Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύοντος | |
Μεγάρτα τοῦ Μελισσίωνος, ἐν δὲ Ἀμβρύσσωι ἄρχοντος | |
5 | Ἀριστίωνος τοῦ Ὀρεστάδα, μηνὸς Ἀφαμίου, ἐπὶ |
τοῖσδε ἀπέδοτο Νικὼ Ἀρχιδάμου Ἀμβρυσία τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ- | |
νομα Σαραπιὰς τὸ γένος οἰκογενῆ, τιμᾶς | |
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶ- | |
10 | σαν, καθὼς ἐπίστευσε Σαραπὶας τῶι θεῶι τὰν |
ὠνάν, ὥσστε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον | |
τὸν πάντα χρόνον. βεβαιωτήρ· Αἰνησίας Δαμο- | |
κλέος Ἀμβρύσσιος. εἰ δέ τις καταδουλίζοιτο Σα- | |
ραπιάδα, κυρία ἔστω αὐσωτὰν συλέουσα καὶ | |
15 | ἄλλος ὁ θέλων, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι |
καθώς κα συλάσωντι, καὶ ὁ βεβαιωτὴρ βεβαι- | |
ούτω. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων, | |
καὶ τῶν ἀρχόντων Κλέων Κλευδάμου, ἰδιῶται Θράσων | |
Ἐλατεύς, Ἀρίστων Διονυσίου Ἀμβρύσιος, Πολύ- | |
20 | ων Τιμοκλέος, Ξένων Μαρσύου, Εὔνους |
Εὐνίκου, Ὀρθαῖος Σωσία, Σωκλῆς | |
Ἀγάθωνος, Δάμων Ξενοστράτου Δελφοί. |