[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Πεισιστράτου, μηνὸς Ἰλαίου, βουλευόντων Διοδώρου, Ἁγίω- |
νος, Ἀγησιλάου, Φίλωνος, ἀπέδοτο Γάϊος Ἀππώνιος Γαΐου Διονύσιος τῶι Ἀ- | |
πόλλωνι κοράσιον ἇι ὄνομα Φιλὼ ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου στατήρων | |
δέκαπέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς | |
5 | πόλιος· Καλλίας Εὐκλείδα. καθὼς ἐπίστευσε Φιλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. παραμινάτω δὲ Φιλὼ ἐν τῶι τρο- | |
φεᾶι Συμμάχωι καὶ Σωσικρατείαι ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. | |
κύριοι ἔστωσαν ἐπιτιμέοντες τρόπωι ὧι κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο | |
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε- | |
10 | βαιωτήρ. κύριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος. |
μάρτυροι· οἱ ἱερεῖς Ἐμμενίδας, Λαϊάδας· Πάσων, Διόδωρος, Σάτυρος. |