[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δαμοστράτου μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀ- |
| πέδοτο Ἱέρων Θεοδότου, συνευδοκέοντος τοῦ υἱοῦ Θεο- | |
| δότου, τῶι θεῶι σῶμα γυναικεῖον ἇι ὄνομα Δημητρία, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κα- | |
| 5 | τὰ τὸν νόμον· Ζήνων Σωσίππου. παραμενέτω δὲ Δημητρία παρὰ Ἱέ- |
| ρωνα, ἐάν τε ἐν Δελφοῖς κατοικῆι ἐάν τε ἐν ἑτέραι πόλει κρίνηι κατοι- | |
| κεῖν, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ ποιῆι τὸ | |
| ἐπιτασσόμενον ἢ μὴ μένηι παρὰ Ἱέρωνα ἢ συνακολουθῆι ἐν οὓς ἂν τό- | |
| πους Ἱέρων αἱρῆ{ι}ται {²⁶αἱρῆται}²⁶, κύριος ἔστω Ἱέρων ἐπιτιμέων καὶ κολάζων | |
| 10 | ὧι κα προαιρῆ{ι}ται {²⁶προαιρῆται}²⁶ τρόπωι. ἐπεὶ δέ κά τι περὶ Ἱέρωνα γένηται ἀνθρώ- |
| πινον, ἀποτρεχέτω Δημητρία ἐν οὓς ἂν κρίνηι τόπους, ἐλευ- | |
| θέρα οὖσα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον. | |
| εἰ δέ τις καταδουλίζηται Δημητρίαν, κυρία ἔστω αὐσαυτὰν | |
| συλέουσα, καὶ ἄλλος ὁ παρεντυχών, καὶ ὁ βεβαιωτὴρ βεβαι- | |
| 15 | ούτω τῶι θεῶι κατὰ τὸν νόμον. μάρτυροι· ὁ ἱαρεὺς Ἀνδρόνι- |
| κος, καὶ τοὶ ἄρχοντες Γλαῦκος, Ἄθαμβος, Σώξενος, ἰδιῶται | |
| Δρομοκλείδας, Τιμοκλῆς. |